Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.174 Joseph. AJ 7.178 (English) >>Joseph. AJ 7.183

7.177 δʼ ὡς ἐπὶ παισὶν ὁμοῦ τοσούτοις ἀπολωλόσι καὶ τοῦθʼ ὑπʼ ἀδελφοῦ τῆς λύπης κἀπὶ τῷ κτεῖναι δυναμένης δοκοῦντι γινομένης πικρότερον, συναρπαγεὶς ὑπὸ τοῦ πάθους οὔτε τὴν αἰτίαν ἀνέκρινεν οὔτʼ ἄλλο τι μαθεῖν οἷον εἰκὸς τηλικούτου προσηγγελμένου κακοῦ καὶ διʼ ὑπερβολὴν ἀπιστίαν ἔχοντος περιέμεινεν, ἀλλὰ καταρρηξάμενος τὴν ἐσθῆτα καὶ ῥίψας ἑαυτὸν ἐπὶ τὴν γῆν ἔκειτο πενθῶν τοὺς υἱοὺς ἅπαντας καὶ τοὺς ἀποθανεῖν δεδηλωμένους καὶ τὸν ἀνῃρηκότα. 7.178 δὲ Σαμᾶ τοῦ ἀδελφοῦ αὐτοῦ παῖς Ἰωνάθης ἀνεῖναί τι τῆς λύπης παρεκάλει καὶ περὶ μὲν τῶν ἄλλων μὴ πιστεύειν ὡς τεθνᾶσιν, οὐδὲ γὰρ αἰτίαν εὑρίσκειν ὑπολαμβάνειν, περὶ δʼ Ἀμνῶνος ἐξετάζειν ἔφη δεῖν· εἰκὸς γὰρ διὰ τὴν Θημάρης ὕβριν ἀποτολμῆσαι τὸν Ἀψάλωμον τὴν ἀναίρεσιν τὴν ἐκείνου. 7.179μεταξὺ δὲ κτύπος ἵππων καὶ θόρυβος προσιόντων τινῶν αὐτοὺς ἐπέστρεψεν· ἦσαν δʼ οἱ τοῦ βασιλέως παῖδες οἱ διαδράντες ἀπὸ τῆς ἑστιάσεως. ὑπαντᾷ δʼ αὐτοῖς πατὴρ θρηνοῦσι λυπούμενος καὶ παρʼ ἐλπίδας ὁρῶν οὓς ἀκηκόει μικρὸν ἔμπροσθεν ἀπολωλότας. 7.180ἦν δὲ παρὰ πάντων δάκρυα καὶ στόνος, τῶν μὲν ὡς ἐπʼ ἀδελφῷ τετελευτηκότι, τοῦ δὲ βασιλέως ὡς ἐπὶ παιδὶ κατεσφαγμένῳ. φεύγει δʼ Ἀψάλωμος εἰς Γεσσούραν πρὸς τὸν πάππον τὸν πρὸς μητρὸς δυναστεύοντα τῆς ἐκεῖ χώρας, καὶ τρισὶν ὅλοις ἔτεσι παρʼ αὐτῷ καταμένει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.174 Joseph. AJ 7.178 (English) >>Joseph. AJ 7.183

Powered by PhiloLogic